Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.13 Joseph. AJ 7.16 (English) >>Joseph. AJ 7.20

7.15ἐπιστραφέντος δὲ τοῦ Ἀβεννήρου καὶ κατασοφίζεσθαι τὴν ὁρμὴν αὐτοῦ πειρωμένου καὶ ποτὲ μὲν εἰπόντος ἑνὸς τῶν αὐτοῦ στρατιωτῶν ἀφέμενος τῆς διώξεως ἀφελέσθαι τὴν πανοπλίαν, πάλιν δʼ ὡς οὐκ ἔπειθε τοῦτο ποιεῖν κατασχεῖν αὑτὸν καὶ μὴ διώκειν παραινοῦντος, μὴ κτείνας αὐτὸν ἀπολέσῃ τὴν πρὸς τὸν ἀδελφὸν αὐτοῦ παρρησίαν, οὐ προσιέμενον δὲ τοὺς λόγους, ἀλλʼ ἐπιμείναντα τὴν δίωξιν φεύγων ὡς εἶχε τὸ δόρυ πλήξας εἰς τοὐπίσω καιρίως παραχρῆμʼ ἀπέκτεινεν. 7.16οἱ δὲ μετʼ αὐτοῦ διώκοντες τὸν Ἀβεννῆρον ὡς ἦλθον ἐπὶ τὸν τόπον, οὗ κεῖσθαι συνέβαινε τὸν Ἀσάηλον, περιστάντες τὸν νεκρὸν οὐκέτι τοὺς πολεμίους ἐδίωκον· δὲ Ἰώαβος αὐτὸς καὶ ἀδελφὸς αὐτοῦ Ἀβεσσαῖος παραδραμόντες τὸ πτῶμα καὶ τῆς πλείονος ἐπὶ τὸν Ἀβεννῆρον σπουδῆς αἰτίαν τὴν ὑπὲρ τοῦ τετελευτηκότος ὀργὴν λαβόντες, ἀπίστῳ τάχει καὶ προθυμίᾳ χρώμενοι μέχρι τόπου τινός, Ὄμματον καλοῦσιν, ἐδίωξαν τὸν Ἀβεννῆρον ἤδη περὶ δυσμὰς ὄντος ἡλίου. 7.17ἀναβὰς δʼ ἐπί τινα βουνόν, ὅς ἐστιν ἐν ἐκείνῳ τῷ τόπῳ μετὰ τῆς Βενιαμίτιδος φυλῆς, αὐτούς τε κατεσκέπτετο καὶ τὸν Ἀβεννῆρον. τούτου δὲ ἀνακεκραγότος καὶ φήσαντος, μὴ δεῖν ἄνδρας ὁμοφύλους εἰς ἔριδα καὶ μάχην παροξύνειν, ἁμαρτεῖν δὲ καὶ τὸν ἀδελφὸν αὐτοῦ Ἀσάηλον, ὃς παραινοῦντος μὴ διώκειν οὐκ ἐπείσθη καὶ διὰ τοῦτο βληθεὶς ἀπέθανε, συμφρονήσας καὶ παράκλησιν ἡγησάμενος τούτους τοὺς λόγους Ἰώαβος ἀνακαλεῖ τῇ σάλπιγγι σημάνας τοὺς στρατιώτας καὶ τῆς ἐπὶ πολὺ διώξεως ἐπισχών.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.13 Joseph. AJ 7.16 (English) >>Joseph. AJ 7.20

Powered by PhiloLogic